Ancient Greek
SB 12 10842
Documentary Papyri, SB 12 10842
Not analysed yet
Πτολεμαίωι βασιλικῶι γραμματεῖ Ἀρσινοίτου Πολέμωνος μερίδος διέποντι καὶ τὰ κατὰ στρατηγίαν τῆς αὐτῆς μερίδος καὶ Μελανᾷ κωμογραμματεῖ Ἰβιῶνος Εἰκοσιπενταρούρων παρὰ Ἡρακλείδου τοῦ Διδύμου νεωτέρου τοῦ Ἡρώδου τῶν γεγυμνασιαρχηκότων κατοίκου τῶν Ϛυοε ἀναγραφομένου ἐπʼ ἀμφόδου Θαραπείας ἀπόντος διὰ φροντιστοῦ Τυράννου τοῦ ……ωνος. ὑπάρχει τῷ Ἡρακλείδῃ ἐν κώμῃ Ἰβιῶνι Εἰκοσιπενταρούρων ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς καὶ αἰθρίου καὶ καμαρῶν καὶ ἑτέρων χρηστηρίων ὃ ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος ιϛ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐν ᾧ οὐδεὶς ἀπογράφεται. Πτολεμαῖος βασιλικὸς γραμματεὺς διαδεχόμενος καὶ τὴν στρατηγίαν ἔτους ιζ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεσορὴ ια