Ancient Greek
SB 12 10859
Documentary Papyri, SB 12 10859
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους δευτέρου ἐπὶ ἱερέως Πυθέου τοῦ Ἀπολλοδώρου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Θεμιστοῦς τῆς Καλλιμήδους μηνὸς Λωίου Αἰγυπτίων δὲ Τῦβι δευτέραι ἐν Ἀρσινόηι τῆι ἐπὶ τοῦ χώματος τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. τάδε διέθετο νοῶν καὶ φρονῶν Ἀλέξιππος Σισίνου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ἑξήκοντα μέσος μεγέθει μελάγχρως μικρόφθαλμος ὑπόσκνιφος τετανὸς ἀναφάλαντος. εἴη μέν μοι ὑγιαίνοντι τὰ ἐμαυτοῦ διοικεῖν ἐὰν δέ τι ἀνθρώπινον πάσχω καὶ τὸν βίον τελευτήσω καταλείπω τὰ ἐμαυτοῦ ὑπάρχοντα πάντα καὶ εἴ τινά μοι συναλλάγματα ὑπάρχει ……Ἀγαθοκλ… τε…