Ancient Greek
SB 12 10876
Documentary Papyri, SB 12 10876
Not analysed yet
Ἀλκιβιάδης Νίκῃ τῇ μητρὶ χαίρειν. πρὸ μὲν πάντων εὔχομαι σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σαραπίδι. ἤδη σοι τρίτην ἐπιστολὴν ταύτην πέμπω καὶ σὺ οὐδεμίαν μοι ἔπεμψας, καλῶς οὖν ποιήσεις πέμψασά μοι ἕνα τῶν χιτωνίων μου, πέμπουσα δὲ τὸν λευκόν· πέμψον ἐξ ὧν δὲ βλα…ω ἐὰν ἐγγὺς σευώμεθα φι…ς ἤδη ἐὰν δὲ ἀποδημήσωμεν ……δ… Νίκῃ μητρὶ παρὰ Ἀλκιβιάδου.