Ancient Greek
10881.12 to 10881.23
Documentary Papyri, SB 12 10881.12-23
Not analysed yet
Παησίου κτῆσις, ἄνευ τιμῆς καὶ παραχωρητικοῦ καὶ πάσης τινὸς γοῦν δόσεως ἀντὶ τῶν ὑπὲρ αὐτῶν δημοσίων τελεσμάτων πάντων, καὶ βεβαιώσειν τὸν ὁμολογοῦντα Ἀτίσιον τῷ Ἥρωνι καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ τὴν παραχώρησιν τῶν προκιμένων ἀρουρῶν πάσῃ βεβαιώσι, ἃς καὶ παρέξασθαι ἀνεπάφους καὶ ἀνενεχυράστους καὶ ἀνεπιδανείστους καὶ καθαρὰς ἀπὸ μὲν τελεσμάτων πάντων, τῶν δημοσίων παντοίων σιτικῶν τε καὶ κριθικῶν καὶ ἀργυρικῶν καὶ ἀννωνῶν καὶ ἑτέρων παντοίων ἐπιβολῶν καὶ τῆς θείας διατυπώσεως ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ Μεσορὴ μηνὸς τοῦ ἐνεστῶτος ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους ὄντων πρὸς τὸν ὁμολογοῦντα Ἀτίσιον διὰ τὸ καὶ τὴν ἐπικιμένην ἐν ταῖς ἀρούραις τῷ ἐνεστῶτι ἔτει σπορὰν αὐτῷ τῷ Ἀτισίῳ διαφέρειν, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως διὰ παντός, καὶ ἀπὸ τοῦ νῦν κρατεῖν τὸν Ἥρωνα τῶν παραχωρηθέντων καὶ ἐκχωρηθέντων αὐτῷ ἀρουρῶν πασῶν καὶ κυριεύειν καὶ τὰ ἐξ αὐτῶν περιγινόμενα ἀπὸ τοῦ ἑξῆς εὐτυχῶς εἰσιόντος ἔτους εἰς τὸ ἴδιον αὐτὸν ἀποφέρεσθαι καὶ ἐξουσίαν ἔχειν διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῶν καὶ …τὴν βασιλικὴν γῆν ὡς ἐὰν αἱρῆται καὶ διευθύνειν αὐτὸν τῷ ἱερωτάτῳ ταμίῳ ἀπὸ τοῦ Θὼθ μηνὸς τοῦ εὐτυχῶς εἰσιόντος ἔτους τὰ δημόσια πάντα καὶ ἀννώνας καὶ ἐπιβολὰς πάσας καὶ τὴν θείαν διατύπωσιν ἐπὶ τὸν ἀεὶ χρόνον, ἐφʼ ἃς καὶ μὴ ἐπιπορεύεσθαι αὐτὸν τὸν Ἀτίσιον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ μηδένα κατὰ μηδένα τρόπον ἀλλὰ καὶ τὸν ἐπελευσόμενον ἢ ἐμποιησόμενον καθʼ ὁντιναοῦν τρόπον ἀποστήσειν αὐτὸν παραχρῆμα τοῖς ἰδίοις αὐτοῦ δαπανήμασι, ἔτι καὶ προσεκτίσειν τὰ ἀναλώματα διπλᾶ χωρὶς τοῦ μένειν κύρια καὶ τὰ προγεγραμμένα, καὶ οὐκ οὔσης ἐξουσίας οὔτε τῷ ἐκχωρήσαντι Ἀτισίῳ οὔτε μὴν τῷ ἐκχωρηθέντι Ἥρωνι …αὐτὸν ἀλλάξαι τὸν ἕτερον ἢ παραβῆναί τι τῶν ἐγγεγραμμένων κατὰ μηδένα τρόπον διὰ τὸ ἑκουσίῳ καὶ αὐθαιρέτῳ γνώμη ἐπὶ τήνδε τὴν παραχώρησιν καὶ ἐκχώρησιν αὐτοὺς ἐληλυθέναι, καὶ περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγονέναι ἐπερωτηθέντες ὡμολόγησαν. Αὐρήλιος Ἀτίσιος Ἁτρῆ ὁμολογῶ παρακεχωρηκέναι τὰς ὑπαρχούσας μοι περὶ ὁριοδεικτίαν κώμης Καρανίδος ἰδιωτικῆς γῆς ἐπὶ τὸ αὐτὸ ἀρούρας πέντε τεταρτον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστόν ,ἔτι τε καὶ ἐκκεχωρηκέναι βασιλικῆς γῆς ἐπὶ τὸ αὐτὸ ἀρούρας ἑπτὰ ἥμισυ τέταρτον ὄγδοον ,ὧν αἱ γειτνίαι πρόκεινται, ἀντὶ τῶν δημοσίων τελεσμάτων αὐτῶν πάντων καὶ τῆς θείας διατυπώσεως, καὶ βεβαιῶ καὶ ἐμμενῶ πᾶσι καὶ οὐδὲ παραβήσομαι ὡς πρόκιται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Ἥρων Ἄπωνος