Ancient Greek
SB 12 10883
Documentary Papyri, SB 12 10883
Not analysed yet
Θέωνι καὶ Σουχίωνι καὶ τοῖς λοιποῖς παραλήμπταις βιβλίων ἐγλογιστοῦ καὶ ἰδίου λόγου παρὰ Στοτοήτιος Ἁρπαγάθου πρεσβυτέρου ἱερέων α φυλῆς καὶ Πεκύσεως Σαταβοῦτος πρεσβυτέρου ἱερέων …φυλῆς καὶ Ἑριέως Σαταβοῦτος πρεσβυτέρου ἱερέων …φυλῆς καὶ Ὀννώφρεως Στω… …πρεσβυτέρου ἱερέων β φυλῆς καὶ Τεσενούφεως πρεσβυτέρου ἱερέων δ φυλῆς τῶν ε πρεσβυτέρων ἱερέων Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου καὶ Εἴσιδος Νεφορσῆτος καὶ Εἴσιδος Νεφρέμμεως καὶ ναοῦ Καίσαρος θεοῦ Σεβαστοῦ καὶ τῶν συννάων θεῶν μεγάλων ἱεροῦ λογίμου κώμης Σοκνοπαίου Νήσου κατεχωρίσαμεν ὑμῖν ὥστε τῷ τοῦ νομοῦ ἐγλογιστῇ κατακομίσαι γραφὴν χειρισμοῦ τῶν προκειμένων ἱερῶν τοῦ ἐνεστῶτος κα ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου· Θέων σεσημείωμαι ἔτους κα Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ ἐπαγομένων α …