Ancient Greek
SB 12 10923
Documentary Papyri, SB 12 10923
Not analysed yet
Ἡρωνίνῳ καὶ Χαιρέᾳ καὶ τοῖς λοιποῖς ἐπιτηρηταῖς υἱκῆς παρὰ Ὀνησίμου Ἀμερίμνου τοῦ Ἀλκίμου ἀπὸ ἀμφόδου Γυμνασίου. βούλομαι ἐπιχωρηθῆναι παρʼ ὑμῶν κρεοπωλικὴν καὶ ταριχηρὰν κώμης Θεαδελφείας καὶ Ἀργειάδος πρὸς τὸ ἐνεστὸς κδ ἔτος θυειν ἐπὶ τῷ τελέσαι ὑπὲρ φόρου τοῦ ἔτους ἀργυρίου δραχμὰς ἑξακοσίας ὧν καὶ τὴν ἀπόδοσιν ποιήσομαι κατὰ μῆνα τὸ αἱροῦν ἐξ ἴσου. οὐκ ἐξέσται δέ μοι ἑτέρῳ μαγείρῳ μεταμισθοῦν, καὶ ἕξω σὺν ἐμοὶ χωρὶς φόρου νεανίσκον ἕνα ἐὰν φαίνηται ἐπιχωρῆσαι. Ἡρωνῖνος ἔσχον τούτου τὸ ἴσον. Δίδυμος διὰ Ζωίλου ἔσχον τούτου τὸ ἴσον. ἔτους κδ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαῶφι ιε