Ancient Greek
SB 12 10929
Documentary Papyri, SB 12 10929
Not analysed yet
Μάρκος Πετρώνιος Μαμερτεῖνος …ἔπαρχος Αἰγύπτου λέγει… α…ε. …διεστείλατο διὰ βιβλιδι…εν…ων γρα… ἀναφερομεν …πι…κόντων α…εν…καθάπερ …ς ἐν ἀρχῇ δ…αμη… ἐπειδὰν λυσιτελὲς ἦ …ης… ποιούμενοι …ουσιν… χειρ …ὁ ἡγεμὼν διαγνώσεται περὶ φόνου περὶ λῃστειῶν περὶ φαρμακείας περὶ πλαγιαρίας περὶ ἀπελατῶν περὶ βίας σὺν ὅπλοις γεγενημένης περὶ πλαστογραφίας καὶ ῥᾳδιουργίας περὶ ἀνῃρημένων διαθηκῶν περὶ ὕβρεως ἀνηκέστου περὶ ὧν ἐὰν μέμφωνται οἱ ἐλευθερώσαντες ἀπελευθέρους ἢ γονεῖς παῖδας οἱ λοιποὶ οὐκ ἄλλως ὑπʼ ἐμοῦ ἀκουσθήσονται εἰ μὴ ἐπικαλεσάμενοι καὶ παραβόλιον θέντες τὸ τέταρτον μέρος ἐκ τιμήματος περὶ οὗ ἐδικάσθη