Ancient Greek
SB 12 10944
Documentary Papyri, SB 12 10944
Not analysed yet
……υἱὸς Ἐνὼχ μητρὸς …έλλης ὁρμώμενοι ἀπὸ κτήματος Νεσκανώνεως τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμετέρᾳ ὑπερφυείᾳ ἐναπόγραφοι αὐτῆς γεωργοί. ὁμολογοῦμεν ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενοι τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ διὰ τῶν αὐτῇ προσηκόντων Αὐρήλιον Ἄπα Σίριον υἱὸν Ἀνοὺπ μητρὸς Ἀρτίνας ὁρμώμενον καὶ αὐτὸν ἀπὸ τοῦ αὐτοῦ κτήματος ἐφʼ ᾧ τε αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῷ αὐτῷ κτήματι καὶ μηδαμῶς αὐτὸν ἀπολιμπάνεσθαι μήτε μὴν μεθίστασθαι εἰς ἕτερον τόπον ……καὶ Ἰερημίου υἱοῦ Φιλέα καὶ Ἀπολλ…