Ancient Greek
SB 12 10984
Documentary Papyri, SB 12 10984
Not analysed yet
ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, Ἁθὺρ ιγ ἐν Τεβτύνι τῆς Πολεμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐξέδοτο Πρωτᾶς Πετεσούχου ὡς ἐτῶν τεσσεράκοντα οὐλὴ καρπῶι δεξιῶι τὸν ἑαυτοῦ υἱὸν Ἁρφαῆσιν Ἥρωνι Ὀρσέως γερδίωι ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ μετώπωι μέσωι ὥστε μαθεῖν αὐτὸν Ἁρφαῆσιν τὴν γερδιακὴν τέχνην πᾶσαν ἐντελῆ ὡς καὶ αὐτὸς ὁ Ἥρων ἐπίσταται ἐπὶ ἔτη …ἀπὸ τῆς νεομηνίας τοῦ Χοιὰκ μηνὸς …