Ancient Greek
SB 12 10986
Documentary Papyri, SB 12 10986
Not analysed yet
ἔτους τετάρτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ ε. διέγραψεν Εὐδαίμωνι καὶ μετόχοις ἐπιτηρηταῖς ἱερατικῶν ὠνῶν Τεπτύνεως καὶ τῶν συνκυρουσῶν κωμῶν Πρωτᾶς Μυσθαρίωνος γέρδιος ἀφʼ ὧν ὀφείλει δημοσίων τοῦ αὐτοῦ κδ ἔτους ἐπὶ λόγου δραχμὰς δέκα ἕξ, γίνονται δραχμαὶ ιϛ. ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Παχὼν κϛ, ὁ αὐτὸς γέρδιος ὑπὲρ δημοσίων τοῦ αὐτοῦ α ἔτους ἐπὶ λόγου ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η. Παῦνι κζ ἄλλας ἐπὶ λόγου ἀργυρίου δραχμὰς τέσσαρες, γίνονται δραχμαὶ δ. Μεσορὴ ἐπαγομένων ε ἄλλας ἐπὶ λόγου ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η. β ἔτους …ὑπὲρ τοῦ διεληλυθότος α ἔτους δραχμὰς δύο διώβολον, γίνονται δραχμαὶ β διώβολον. ἔτους κδ …δ Πρωτᾶς Πρωτᾶ τοῦ Μυσθαρίωνος γέρδιος ἀφʼ ὧν ὀφείλει δημοσίων τοῦ αὐτοῦ κδ ἔτους ἐπὶ λόγου ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η. Φαρμοῦθι ε ἄλλας ἐπὶ λόγου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η …ἄλλας ἐπὶ λόγου δραχμὰς τέσσαρες, γίνονται δραχμαὶ δ. ἐπαγομένων ε ἄλλας ἐπὶ λόγου δραχμὰς τέσσαρες, γίνονται δραχμαὶ δ. β ἔτους Φαῶφι θ ὑπὲρ τοῦ διεληλυθότος α ἔτους ἄλλας ἐπὶ λόγου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η. …ἄλλας δραχμὰς ἓξ διώβολον, γίνονται δραχμαὶ ϛ διώβολον