Ancient Greek
10989.1.1 to 10989.3.36
Documentary Papyri, SB 12 10989.1.1-10989.3.36
Not analysed yet
γῆν ἀπογραφόμενος ἐν κλήρῳ Νικάνορος ὁ πατὴρ Θέων καὶ ἄλλην ἡμερώσας ἐγεώργει καὶ ἐν ἀμπέλῳ κατεφύτευσεν ταύτην. ἀλλʼ ἐπὶ Σαραπίωνος τοῦ πρὸς τῇ καθολικότητι ταύτην ἀναμετρηθῆναι συμβέβηκεν καὶ προσγραφῆναι …τελέσματα …ἀλλὰ Διόσκορος διὰ τοῦ παιδὸς ἀνήνεγκεν ἄνομον δηλατορίαν εἰς ἀντ ἀλλὰ καὶ συκοφαντίαν. ὁμολογεῖ μέντοι ὑφʼ ἡμῶν κατέχεσθαι καὶ γεωργεῖσθαι, τὴν δὲ ἄμπελον λέγει ἀναπόγραφον εἶναι καὶ ἀξιοῖ γῆν ταύτην ἀπογράφεσθαι. ἀπατήσας οὖν περιφανῶς καὶ κατέστησεν ἑαυτὸν ὑπεύθυνον τῷ ἐγκλήματι καὶ δῆλόν ἐστιν ἀ…τ ἀνενεγκεῖν. …δη δὲ οὐ δικαίως τὰς ἀλλοτρίας κτήσεις περιεργάζ… …ἐκμετ ταυτ …ἀντιγραφ μηδ… ἐᾷ ……ἐκείνῳ narratio λέγεις ὑπὲρ Διονυσίου ἀπὸ προτηκτόρων καὶ Ἀμμωνίου βενεφικιαρίου. ἀντίδικος Διόσκορος ἤτοι ὁ τούτου παῖς Μακρόβιος. τοὺς περιεργαζομένους τὰς ἀλλοτρίας κτήσεις καὶ ἔνδειξιν ἐπιχειροῦντας μισοῦσιν μὲν οἱ νόμοι, μισεῖ δὲ καὶ ἡ σὴ μισοπονηρία· τοῦτο τοίνυν ἐπιδειχθήσεται πεποιηκὼς Διόσκορος καὶ τιμωρίας ἄξιος, ὡς ἐκ τῶν μελλόντων ῥηθήσεσθαι καταφανὲς ἔσται. Θέων ὁ πατὴρ μὲν τοῦ βοηθουμένου ἀδελφὸς δὲ Διονυσίου ἔτι περιὼν γῆν ἀπεγράψατο ἐπὶ τοῦ ἐν θεοῖς Διοκλητιανοῦ ἐν κλήρῳ Νικάνορος, ἐώνηται δὲ καὶ ἑτέραν καὶ φίλεργος ὢν πολλὰ κατανήλωσεν καὶ ἐν ἀμπέλῳ τι μέρος κατεφύτευσεν· ἑτέραν δὲ γῆν καὶ σιτοφόρον ἡμέρωσεν καὶ ἐγεώργει καὶ τὴν νομὴν εἶχεν. χρόνος πολὺς διελήλυθεν ἐξ ἐκείνου ἄχρι τοῦ παρόντος νεμηθέντων καὶ τῶν παίδων μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, ἀλλὰ Σαραπίωνος τότε πρὸς τῇ καθολικότητι ὄντος καὶ τῆς νέας ἀμπέλου ἀναμετρουμένης ἔτι καὶ τοῦ πατρὸς Θέωνος περιόντος, συμβέβηκεν καὶ ταύτην τὴν ἀνακτηθεῖσαν ἐν ἀμπέλῳ μέτροις ὑποβληθῆναι καὶ ὑποτελῆ γενέσθαι καὶ προσγραφῆναι τοῖς βοηθουμένοις, ἀμέλει καὶ ὑπὲρ ταύτης εἰσφέρουσι τὰς εὐθενίας τὰς στρατιωτικὰς τῷ ἱερωτάτῳ ταμείῳ. ἀλλὰ Διόσκορος ἤτοι ὁ τούτου παῖς ἐπʼ ὀνόματος τοῦ πατρὸς, ὡς ἀρτίως ἔγνωμεν, ἀναφέρει πρὸς τὴν σὴν εὐσεβίαν ἄντικρυς δηλατορίαν τολμῶν· καὶ ὁμολογεῖ μὲν καὶ αὐτὸς ἐξ ἀρχῆς ὑφʼ ἡμῶν τὰ γήδια καὶ γεωργεῖσθαι καὶ ἐν ἀμπέλῳ καταπεφυτεῦσθαι, ψευδόμενος δέ φησιν ἀτελῆ εἶναι καὶ μηδοτιοῦν παρέχειν τῷ ἱερωτάτῳ ταμείῳ, ὁπότε ὡς ἔφαμεν καὶ τὸ ἐν ἀμπέλῳ ὑφʼ ἡμῶν καταφυτευθὲν ὑπὸ τοῦ ἐκπεμφθέντος κηνσίτορος ὕστερον ἀνεμετρήθη καὶ ὑποτελὲς γέγονεν. ἠξίωσεν δὲ τὰ ὑπʼ ἐκείνων δοθέντα καὶ καλλιεργηθέντα αὐτῷ παραδοθῆναι ὅ ποτε οὐδεὶς νόμος ἐπιτρέπει. ἐπειδὴ τοίνυν οὐ δεῖ τὰς ἀλλοτρίας κτήσεις περιεργάζεσθαι, εἴτε ἐπʼ ἐλάττονι εἴτε ἐπὶ μικρῷ πλέον καθεστήκασιν, ἀλλʼ ἐπειδὴ οἱ νόμοι τοῖς ἐκπονέσασιν προσκυροῦσιν, ἐκεῖνος δὲ