Ancient Greek
SB 12 11005
Documentary Papyri, SB 12 11005
Not analysed yet
ἔτους πρώτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεσορὴ κζ ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἥρων Σουχᾶ ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ χειρὶ ἀριστερᾷ Πακῆβκι Μαρεψήμεως ὡς ἐτῶν εἴκοσι ὀκτὼ οὐλὴ παρʼ ἀντικνήμιον δεξιὸν ἀπέχειν παρʼ αὐτοῦ Πακήβκεως διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑκατὸν τριάκοντα δύο καὶ τοὺς τόκους ἃς ὤφειλεν ὁ Πακῆβκις τῷ Ἥρωνι καθʼ ὁμολογίαν χρήσεως τετελειωμένην διὰ τοῦ κώμης Θεογονίδος γραφείου τῷ ἐνεστῶτι ἔτι μηνὶ Φαμενὼθ τεσσαρεσκαιδεκάτῃ ἣν καὶ ἀναδέδωκεν αὐτῶι εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ μὴ ἐπελεύσεσθαι τὸν Ἥρωνα ἐπὶ τὸν Πακῆβκιν περὶ ὧν ἀπέσχηκε καθότι πρόκειται …