Ancient Greek
SB 12 11012
Documentary Papyri, SB 12 11012
Not analysed yet
ἐκ δὲ τῶν ἀπολειπομένων δύο ,τόν τε ναόν μου παρῃτησάμην, διὰ τὸ θεοῖς μόνοις δ ταύτην τὴν τιμὴν ὑπʼ ἀνθρώπων δικαίως ἀπονέμεσθαι, καὶ τὸν χρυσοῦν στέφανον ἔπεμψά γε χαρισθήσεσθαι, μὴ βουλόμενος ἐν ἀρχῇ τῆς ἡγεμονίας ἐπιβαρεῖν ὑμᾶς. ὅσα δὲ εἴχετε ὑμεῖς οἱ ἑξακισχίλιοι τετρακόσιοι ἑβδομήκοντα πέντε παρὰ τῶν πρὸ ἐμοῦ αὐτοκρατόρων λαβόντες …καὶ κοινῇ πάντων ὑμῶν καὶ κατὰ μέρος ἑκάστου, καὶ ἀνυβρίστους καὶ ἀνεπηρεάστους διαφυλάσσειν ὑμᾶς, ὥσπερ καὶ ὁ θεὸς πατήρ μου ἐβουλήθη, ᾧ μαρτυροῦντας ὑμᾶς ἐφʼ ἅπασιν οἷς παρέσχηκεν τῇ τε πόλει καὶ τοῖς ἑξακισχιλίοις τετρακοσίοις ἑβδομήκοντα πέντε ἐπαινῶ καὶ ἀναδέχομαι. οἱ πρεσβεύοντες ἦσαν· Αἰακίδας Πτολεμαίου, Ἀντήνωρ …έθου, Νειβύτας Νειβύτου, Πολυκράτης Δειδύμου, …ισιον… Θεμίσων …