Ancient Greek
SB 12 11059
Documentary Papyri, SB 12 11059dupl
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους τετάρτου …ἐφʼ ἱερέως Ἀρχελάου τοῦ Δαμᾶ τὸ δεύτερον ἔτος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Πολεμοκράτους μηνὸς Ἀρτεμισίου …ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ἐδάνεισε Παρμενίων Φίλωνος Μυσὸς τῆς ἐπιγονῆς Φιλίππωι Κυρηναίωι τῶν Ζωίλου ἰδιώτηι ἀργυρίου ὀφθαλμοφανοῦς δραχμὰς ἑκατὸν πεντήκοντα εἰς ἔτη τρία ἄτοκον. τούτου δὲ τοῦ ἀργυρίου τὴν ἀπόδοσιν ποιείσθω Φίλιππος Παρμενίωνι ἀρχόμενος ἀπὸ τοῦ δ ἔτους ἐν μηνὶ Ἀπελλαίωι καθʼ ἕκαστον ἔτος ἀργυρίου δραχμὰς πεντήκοντα ἐπὶ τὰ τρία ἔτη· ἐὰν δὲ τὴν ἀπόδοσιν ταύτην μὴ εὐτακτήσηι, ἀποτεισάτω τὸ ἡμιόλιον καὶ τόκον τοῦ ὑπερπεσόντος χρόνου ὡς ἐκ δύο δραχμῶν τῆι μνᾶι τὸν μῆνα ἕκαστον. ἔγγυος Φιλίππου τοῦ δανείου κατὰ τὴν συγγραφὴν εἰς ἔκτισιν ……ς, καὶ ἡ πρᾶξις ἔστω Παρμενίωνι ἢ τοῖς παρὰ Παρμενίωνος κατὰ τὸ διάγραμμα· κυρία δʼ ἔστω ἥδε ἡ συγγραφὴ τοῦ δανείου οὗ ἂν ἐπιφέρηι Παρμενίων ἢ ἄλλος τις ὑπὲρ Παρμενίωνος πράσσων κατὰ τὰ αὐτά. μάρτυρες· Φίλων ……ου, Λέων Κυρηναῖος τῶν Ζωίλου ἰδιώτης ……ος, Θηρίσκος Κυρηναῖος τῶν Φιλάγρου …Δοκίμου Ἑρμίου Φίλωνος Λέοντος Θηρίσκου …Φιλίππου …