Ancient Greek
SB 12 11084
Documentary Papyri, SB 12 11084
Not analysed yet
τῷ κυρίῳ μου ἐναρέτῳ ἀδελφῷ Θεογνώστῳ Βίκτωρ χαίρειν. καταξιούτω ἡ σὴ λογιότης διδόναι Ἠλίᾳ π…υλω τῷ παιδί τοῦ κυρίου τοῦ γραμματικοῦ τὸ βιβλίον ὅπερ δέδωκα τῇ σῇ ἀδελφότητι τυγχάνοντι ἐπὶ τῆς Ἑρμουπολιτῶν· οἶδεν γὰρ ὁ θεός, ἀναγκάζομαι οὐχ ὡς ἔτυχεν ἔστιν δὲ Ἀλεξάνδρου Κλαυδίου τω… εἰς Δημοσθένην τὸν ῥήτορα ……Μενάνδρου τέχνην ἐν τάχι… καὶ μεθόδους καὶ ἐγκώμια ἐν τάχει ὑπομνηστικὸν πρὸς Θεόγνωστον παρὰ Βίκτορος