Ancient Greek
SB 12 11148
Documentary Papyri, SB 12 11148
Not analysed yet
…δ…κορος …α καθʼ ἅ μοι εἴρηκας …ἐκπορεύομαι εἰς Ἄβυδον, ἀνελεύσομαι πάρος …ωνιν ὥς μοι ἐνετείλω· παρακαλῶ σε, κύριέ μου, τὸν Ἀσκλᾶν ἔχειν ὥς σε ἠρώτησα περὶ τῆς ἐντολῆς, καὶ ἀγοράσας πάλι σοι μελήσει τελωνῆσαι αὐτὰ καὶ μὴ αὐτὸν ἀφῇς στρηνιᾶν. καὶ σύ μοι γράφε περὶ ὧν θέλεις, καὶ ποιήσω. τὰ φάκια δραχμῶν υμ πυρ… …ω αἰτήσω Ἀμμῶνιν καὶ ὡς εἴρηκας ἀγορῶ. ὑγιαίνουσιν πάντες, ἄσπασαι Ἀμμῶνιν, ἀσπάζεταί σε Τάϊς. μὴ ἀμελήσῃς τοῦ περὶ πάντων μοι γράφειν καὶ ποιήσω. περὶ τῶν ὀξέων μοι μέλει δοῦναι Καστορᾷ ἐὰν εἰσέλθῃ. ἔρρωσο. Παῦνι α. …ἀρχεμπόρωι