Ancient Greek
SB 12 11228
Documentary Papyri, SB 12 11228
Not analysed yet
Ἀπίων Ἀπολλωνίου τοῦ Σαραπίωνος μητρὸς …καὶ ὁ ὁμοπάτριος αὐτοῦ ἀδελφὸς Διογένης ὁ καὶ Ἄρειος μητρὸς Δημητροῦτος ἀπʼ Ὀξυρύγχων πόλεως Ζωίλῳ τῷ καὶ …τι Γερμανοῦ μητρὸς Θαήσιος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι καὶ παραμεμετρῆσθαι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου σου ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς χιλίας ἑπτακοσίας καὶ πυροῦ γενήματος τοῦ διελθόντος δωδεκάτου ἔτους μέτρῳ …κω… Ἀντᾶτος Μεγίστου ἀπὸ Ἐντείεως ἀρτάβας εἴκοσι τέσσαρας κεφαλαίου, αἷς οὐδὲν προσῆκται, καὶ ταξόμεθά σοι μόνου τοῦ ἀργυρίου κατὰ μῆνα ἕκαστον ἀπὸ τοῦ ὄντος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος τρεισκαιδεκάτου ἔτους τόκου δραχμὰς δεκατρεῖς ,εἰς δὲ τὴν τούτου καὶ τόκων αὐτοῦ καὶ τοῦ πυροῦ διάλυσιν ἐξεῖναί σοι σπείρειν καὶ καρπίζεσθαι ἔτι δὲ καὶ ἐκμισθοῦν οἷς ἐὰν αἱρῇ ἐπὶ χρόνον ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος τρεισκαιδεκάτου ἔτους τὰς ὑπαρχούσας τῷ ἑνὶ ἡμῶν Διογένει τῷ καὶ Ἀρείῳ περὶ τὴν αὐτὴν Ἐντεῖιν ἐκ τοῦ Σποκέως κλήρου ἀρούρας δεκαπέντε καὶ τῷ Ἀπίωνι περὶ τὴν αὐτὴν κώμην ἐκ τοῦ Φιλητίωνος κλήρου ἀρούρας πέντε ἥμισυ σπείροντι τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας εἴκοσι ἥμισυ οἷς ἐὰν αἱρῇ χωρὶς ἰσάτεως καὶ ὀχομενίου, ἐκφορίου τῶν ὅλων ἀρουρῶν ἐπὶ τὴν τετραετίαν κατʼ ἔτος πυροῦ μέτρῳ τετραχοινίκῳ ἀρταβῶν …ἑπτά ,ἀφʼ ὧν ἐκκρούσεις σεαυτῷ τῷ μὲν ιγ ἔτει …μένας ἀρτάβας εἴκοσι τέσσαρας …ἀρτάβας τριάκοντα ἓξ τῆς ἐσομένης …τιμῆς, ἀφʼ ἧς εἰς μὲν τόκου …Ἁθὺρ …Παῦνι …κεφαλαίου, ἀπὸ δὲ τοῦ ἑξῆς ιδ ἔτους ἐπὶ τὰ λοιπὰ ἔτη τρία …ἐκκρούσεις σεαυτῷ πυροῦ ἀρτάβας πεντήκοντα ,τῆς ἐσομένης τιμῆς …κατʼ ἔτος εἰς λόγον τόκου καὶ κεφαλαίου. τὸ δὲ περιλειπόμενον ἐκφόριον ἀποδώσεις κατʼ ἔτος μηνὶ Παῦνι ἐφʼ ἅλω τῆς Ἐντείεως μέτρῳ τετραχοινίκῳ τῆς μετρήσεως γινομένης ὑπὸ τῶν παρʼ ἡμῶν. ἐὰν δὲ ἐν τῷ τετραετίας χρόνῳ ……ι τόκοι, ἕξεις τὴν τῶν αὐτῶν ἀρουρῶν …συγκομιδὴν ἐπὶ τοῖς προκειμένοις πᾶσι ἕως οὗ πληρωθῇς. καὶ τελέσομεν ἡμεῖς τὰ ὑπὲρ τοῦ τῶν αὐτῶν ἀρουρῶν ἡμίσους κατʼ ἔτος δημόσια πάντα, περὶ ὧν κατὰ πάντα τρόπον ἀπαρενόχλητόν σε καὶ ἀνείσπρακτον παρεξόμεθα, ἐπὶ δὲ πα… λογίας καὶ βεβαιώσομέν σοι τὴν δηλουμένην γῆν πάσῃ βεβαιώσει, τῆς πράξεώς σοι γινομένης παρά τε ἡμῶν ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ ἐξ οὗ ἐὰν ἡμῶν αἱρῇ καὶ ἐκ τῶν προκειμένων ἀρουρῶν καὶ ἐκ τῶν ἄλλων τῶν ὑπαρχόντων ἡμῖν πάντων καθάπερ ἐκ δίκης. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ἐπιφέροντι. ἔτους ιγ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ, Ἁθὺρ κ. Ἀπίων Ἀπολλωνίου καὶ ὁ ἀδελφὸς Διογένης ὁ καὶ Ἄριος ὀφείλομεν τῷ Ζωίλῳ τὰς δραχμὰς χιλίας ἑπτακοσίας καὶ πυροῦ ἀρτάβας εἴκοσι τέσσαρας καὶ ταξόμεθα μόνου τοῦ ἀργυρίου τόκου κατὰ μῆνα ἕκαστον δραχμὰς δεκατρεῖς ,εἰς διάλυσιν δὲ …την τῶν …σι… προδ…