Ancient Greek
SB 12 11234
Documentary Papyri, SB 12 11234
Not analysed yet
παρὰ Διο… ἀπʼ Ὀξυρύγχων πόλεως. ἑκουσίως ἐπιδέχομαι ἄγραν ἰχθύων τοῦ ἐνεστῶτος ιθ ἔτους ὑποδοχίων τῶν ἐν κώμῃ …καὶ ἑτέρων ἐν κώμῃ Θώλθει τῆς …τοπαρχίας φόρου ἀποτάκτου του …μέρους ἀργυρίου δραχμῶν ἑκατὸν καὶ ἐκτάκτων ἐκφορίων θρισσίων κεραμίων δύο γαρηρῶν κεραμίων ἕξ . βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς ἀποδώσω μὲν ἐπὶ τῇ ἄγρᾳ τὸν φόρον, τὰ δὲ τῶν θρισσίων κεράμια δύο γαρηρῶν κεράμια ἓξ ὁπόταν αἱρῇ ἀνυπερθέτως. ἐὰν δὲ μὴ κυρωθῶ, οὐ κατασχεθήσομαι τῇ ὑποσχέσει. ἔτους ιθ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ …