Ancient Greek
SB 14 11335
Documentary Papyri, SB 14 11335
Not analysed yet
Διονυσοδώρωι στρατηγῶι Ἀρσινοίτου παρὰ Ἡρακλήου τοῦ Πνεφερῶτος τῶν ἀπὸ Φιλαδελφείας οὐσιακοῦ γεωργοῦ Ἰουλίας Σεβαστῆς καὶ τέκνων Γερμανικοῦ Καισάρων. τῇ α τοῦ Μεσορὴ τοῦ ἐνεστῶτος ιβ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ …α…εριεὺς Ὀννώφριος καὶ Χράτης Νεκφερῶτος καὶ Νεκφερῶς Πτολέμου καὶ Δῖος …ήντου καὶ Μέλας Τρύφωνος καὶ …φα ……ἐπαφέντες τὰ ἑαυτῶν πρόβατα ἐφʼ ἃ γεωργῶι ἐδάφη κατενέμησαν ὅν ἔχω πάτον καὶ βλάβος πεποίηνται εἰς λόγον κριθῆς ἀρταβῶν δέκα . διὸ ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι τοὺς ἐγκαλουμένους κατασταθῆναι ἐπὶ σὲ πρὸς τὴν ἐσομένην ἐπέξοδον. …διευτύχει.