Ancient Greek
SB 8 9658
Documentary Papyri, SB 14 11342
Not analysed yet
Αὐρήλιος Ἀρτεμίδωρος στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος Ἁρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος τῷ φιλτάτωι χαίρειν. ἐπιστολῆς γραφείσης ὑπὸ Οὐλπίου Σερηνιανοῦ Φιλοκομμόδου καὶ Φιλοσαράπιδος τοῦ κρατίστου ἀρχιερέως στρατηγοῖς ζ νομῶν καὶ Ἀρσινοίτου περὶ τοῦ μὴ πρότερον τοὺς ἐν Αἰγύπτῳ ἱερέας παραδέξασθαι εἰς τὰς ἱερωσύνας ἢ καὶ ἑτέρας τάξεις πρὶν ἂν ἐπενέγκωσι χρηματισμὸν ἐπὶ σφραγίδων ἀπὸ τῆς ὀραπείας καὶ ἀρχιπροφητείας τῆς Μέμφιδος ἀντίγραφον ὑποτάξας ἐπιστέλλω σοι, φίλτατε, ἵν’ εἰδῇς. ἐρρῶσθαί σε εὔχομαι. ἔτους λγ Φαμενὼθ …Οὔλπιος Σερηνιανὸς Φιλοκόμμοδος καὶ Φιλοσάραπις στρατηγοῖς ζ νομῶν καὶ Ἀρσινοίτου …χαίρειν. βιβλιδίων δοθέντων μοι παρὰ …κατηγόρου …κελευσθ… …Μοδέστου τοῦ γενομένου πρὸς τῷ ἰδίῳ λόγῳ δια… …ἀρχιερωσύνην περὶ τοῦ μὴ τοὺς ἐν Αἰγύπτῳ ἱερέας πρότερον εἰς τὰς ἱερωσύνας παραδέξασθαι πρὶν ἂν ἐπενέγκωσι χρηματισμὸν ἐπὶ σφραγίδων ἀπὸ τῆς ὀραπείας καὶ ἀρχιπροφητείας τῆς Μέμφιδος ἀντίγραφον σημειωσάμενος πεμφθῆναι ὑμῖν ἐκέλευσα ὅπως φροντίσητε τὴν ἐξέτασιν πάντων τῶν ὑφʼ ὑμῖν νομοῖς ἱερωμένων ποιήσασθαι καὶ ὃ ἂν καταλάβησθε δηλῶσαί μοι πέμψαντες κ…μένους τῷ ἐνκλήματι …ἐρρῶσθαι ὑμᾶς εὔχομαι …α παρὰ …ου κατηγόρου ……ς ἀπὸ κε ἔτους μέχρι δεῦρο τοῦ ἐνεστῶτος λ… ἔτους Αὐτοκράτορος Λουκίου Αἰλίου Αὐρηλίου Κομμόδου Καίσαρος τοῦ κυρίου …ς τῆς Αἰγύπτου μὴ πρότερον …ἐπὶ σφραγίδων χρηματισμ …υ ὑπὸ τῆς ὀραπείας καὶ ἀρχιπροφητείας τῆς Μέμφεως κατα…α …ἀκολούθως τοῖς γραφεῖσιν …Μοδέστου τοῦ γενομένου πρὸς τῷ ἰδίῳ λόγῳ καὶ πρὸς τῇ ἀρχιερωσύνῃ …ασι τοῖς στρατηγοῖς ἐπιφέροντας …χρηματισμὸν επι …τισφα… …ω εν…η …κελευ…ς …την ἐξέτασιν …σαμενων …δεῦρο πέμψαι τοὺς μὴ ἐπενεγκόντας τὸν ἐπὶ σφραγίδων χρηματισμὸν πρὸς τὸ μηδὲν τῷ ἱερωτάτῳ ταμείῳ παραπολέσθαι κ… ἐπε… περὶ τουτο…