Ancient Greek
SB 14 11345
Documentary Papyri, SB 14 11345
Not analysed yet
Αὐρηλίῳ Σερήνῳ ……τραπεζίτῃ Ἡρακλεοπολίτου τάξεως πριουάτης παρὰ Αὐρηλίου Θεοδώρου Ἀρτεμιδώρου ἐξηγητεύσαντος Ἡρακλέους πόλεως. ἠρίθμημαι παρὰ σοῦ διὰ τῆς αὐτῆς τραπέζης ὑπὲρ τιμῆς οὗ παρέσχον ἀσήμου κατὰ κέλευσιν τοῦ διασημοτάτου μαγίστρου ὑπὲρ οὐγκιῶν γ γραμμάτων κβ ἡμίσεως ὡς τῆς οὐγκίας α ἐκ δραχμῶν Βψοϛ τὸ συναγόμενον ἀργυρίου τάλαντον α δραχμὰς Δϡλ ἥμισυ πλήρη. τὴν δὲ ἀποχὴν ταύτην β ἐξεδόμην, σοὶ μὲν α, τῷ δὲ πρυτάνει καὶ τοῖς συνδίκοις τὸ λοιπὸν α καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιδ ἔτους καὶ β ἔτους τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Σεουήρου καὶ Μαξιμίνου ἐπιφανεστάτων Καισάρων, Μεσορὴ ιη. Αὐρήλιος Θεόδωρος ἠρίθμημαι ὡς πρόκειται. …δύο ἡμίσεως ὡς τῆς οὐγκίας μιᾶς ἐκ δραχμῶν Βψοϛ… …τὸ συναγόμενον ἀργυρίου τάλαντον α δραχμὰς Δϡλ ἥμισυ πλήρη. τὴν δὲ ἀποχὴν ταύτην β. ἐξεδόμην, ὑμῖν μὲν α, τῷ δὲ τραπεζίτῃ …τὸ λοιπὸν α …χ… ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιδ ἔτους καὶ β ἔτους τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Σεουήρου καὶ Μαξιμίνου ἐπιφανεστάτων Καισάρων, Μεσορὴ ιη. Αὐρήλιος Θεόδωρος ἠρίθμημαι ὡς πρόκειται.