Ancient Greek
SB 14 11380
Documentary Papyri, SB 14 11380
Not analysed yet
Φλαουίῳ Ἀβινναίῳ ἐπάρχῳ εἴλης στρατιωτῶν κάστρων Διονυσιάδος παρὰ Αὐρηλίου Παν…α…ωνος ἀπὸ κώμης Ἑρμοῦ πόλεως. πρὸ ἱκανοῦ χρόνου, κύριε, ἐσυλήθη μου οἰκία ὑπό τινων κακοπραγμόνων, καὶ ἐμοῦ ἀναζητοῦντος τοὺς τὴν σύλησιν πεποιηκότας εὗρον Ἀπίωνα καὶ Ἡλίαν υἱοὺς Ὡρίωνος τοῦ σήμερον εἰρηνάρχου …ἐπιδεδωκέναι με ἔνγραφα Ἀπάμμωνι τῷ τότε εἰρηνάρχῃ περὶ τῆς συλήσεως τῆς αὐτῆς οἰκίας καὶ ἠξιωκέναι ὅπως …Ὡρίων ὀλίγας ἡμέρας ἕως ἂν …σὺν ἡμῖν οἱ τὴν σύλησιν ποιήσαντες καὶ μαρτύρους ἔχω α… τὸν οὐετρανὸν καὶ τὸν πρεσβύτερον τῆς κώμης περὶ το… διὰ αὐτὸ τοῦτο ἀξιῶ καὶ δέομαι …