Ancient Greek
SB 14 11385
Documentary Papyri, SB 14 11385
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ζ καὶ Κωσταντίου τοῦ ἀνδρειοτάτου Καίσαρος τὸ α Θὼθ ι ἐν Ἀρσινοίτῃ ὁμολογεῖ Αὐρήλιος Πεμὲς Πατᾶ μητρὸς Τανουφίου ἀπὸ κώμης Καρανίδος τοῦ αὐτοῦ νομοῦ ἐτῶν με οὐλὴ ἀντικνημίῳ δεξιῷ ἔχειν παρʼ Ἀντωνίου Σαραπάμμωνος πρυτανεύσαντος βουλευτοῦ τῆς αὐτῆς πόλεως ἀργυρίου κεφαλαίου Σεβαστῶν νομίσματος τάλαντα τεσσαράκοντα ἓξ καὶ δραχμὰς τετρακισχιλίας, γίνονται τάλαντα μϛ δραχμαὶ Δ, χρῆσιν εἰς μῆνας ὀκτὼ ἄνευ τόκου· ἃπερ ἀργύρια ἐπάναγκον ἀποδώσει ὁ ὁμολογῶν Πεμὲς τῷ Σαραπάμμωνι τῇ ἐνάτῃ τοῦ Παχὼν μηνὸς τῆς ἐσομένης ὑπατείας· ἐὰν δὲ τῆς προθεσμίας ἐνστάσης τὴν ἀπόδοσιν μὴ ποιήσηται ὁ ὁμολογῶν ἐξακολουθεῖν αὐτῷ τὸν τούτοις ὁρισθέντα τόκον καὶ ἐπὶ τῆς ἀπαιτήσεως γινομένης τῷ Σαραπάμμωνι τὴν πρᾶξιν ἔκ τε τοῦ ὁμολογοῦντος Πεμὲ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πάντων καθάπερ ἐκ δίκης, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πεμὲς Πατᾶ ὁμολογῶ ἔχειν καὶ ὀφείλειν τὰ τοῦ ἀργυρίου τάλαντα τεσσαράκοντα ἓξ καὶ δραχμὰς τετρακισχιλίας, ἃ καὶ ἀπὸδώσω τῇ προθεσμίᾳ ἄνευ τόκου. ἐὰν δὲ μὴ ἀποδῶ, χορηγήσω τοῦ πλείονος χρόνου τὸν τόκον ὡς πρόκειται. Αὐρήλιος Νεῖλος Ἥρωνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. χειρόγραφον Πεμὲ Πατᾶ ἀπὸ Καρανίδος κεφαλαίου ταλάντων λε τόκου μηνῶν η ταλάντων ια δραχμῶν Δ. ἀπόδοσις Παχὼν θ.