Ancient Greek
SB 14 11387
Documentary Papyri, SB 14 11387
Not analysed yet
……ν τοῖς κατὰ τὴν ε… …υἱὸν Ἰσίδωρον ἀξιῶ ὑμᾶς συντάξαι τοῖς πρὸς τούτοις οὖσι λαβοῦσί μου χειρογραφίαν περι τοῦ ἀληθῆ εἰναι τὰ προκείμενα καὶ παραγενόμενον τὸν γυμνασίαρχον ἐκ τῆς ἐκδημίας εὐπειθῆ καταστήσειν, εἰπεῖν οἷς καθήκει χρηματίζειν μοι τελιοῦντι τά τε πρὸς εἴσκρισιν καὶ ἐφηβείαν τοῦ προγεγραμμένου μου υἱοῦ Ἰσιδώρου γράμματα εἰς τοὺς τὸ εἰσιὸν ἔτος ἐφήβους, ἔπειτα τῷ τε κοσμητῇ καὶ τῷ γυμνασιάρχῳ τοῖς οὖσι προσδέξασθαι αὐτὸν εἰς τοὺς ἐφήβους. …