Ancient Greek
SB 14 11399
Documentary Papyri, SB 14 11399
Not analysed yet
παρὰ Ἡρακλείας τῆς καὶ Φλαυίας τοῦ …Ἀριστοβούλου ἀναγραφομένης ἐπʼ ἀμφόδου …μετὰ κυρίου τοῦ ἀδελφοῦ Ἀπολιναρίου …ρίου· ἠγόρασα κατὰ δημόσιον χρηματισμὸν τελειωθέντα διʼ ἀρχείου ἐνθάδε τῇ ἐνεστώσῃ ἡμέρᾳ …περὶ κώμην Σεβεννῦτον ἀμπελῶνος ……χερσεύοντος ἀρούρας δ… τιμῆς δραχμῶν χιλίων διακοσίων παρὰ Σαραπ… τῆς καὶ Βερνίκης Σαραπίωνος τοῦ Ἡλιοδώρου ……διακειμένης μετὰ κυρίου τοῦ ἀνδρὸς ……ος Εὐδαίμονος τοῦ Μαρεῖ, Ἕλληνος. διὸ ἐπιδίδωμι εἰς τὸ τὴν παράθεσιν γενέσθαι ἀκολούθως ᾧ παρεθέμην ἀντιγράφῳ τῆς πράσεως. ὁπόταν γὰρ τὴν ἀπογραφὴν αὐτῶν ποιοῦμαι ἀποδείξω ὡς ὑπάρχουσι καί εἰσι καθαραὶ μηδενὶ κρατούμεναι· εἰ δὲ φανεῖεν ἑτέρῳ προσήκουσαι ἢ προκατεσχημέναι μὴ ἔσεσθαι ἐμπόδιον ἐκ τῆσδε τῆς παραθέσεως, τῶν δραχμῶν π… …πρα… κατεχωρίσθη.