Ancient Greek
SB 14 11411
Documentary Papyri, SB 14 11411
Not analysed yet
Πτολεμαίωι συγγενεῖ καὶ ἀρχιδικαστῆι καὶ πρὸς τῆι ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων Ἀπολλώνιος πράκτωρ ξενικῶν τοῦ Ἀρσινοίτου νομοῦ χαίρειν. Ἐκόμισεν ὑμῖν ὁ παρὰ Κόμωνος τοῦ συγγενοῦς καὶ πρὸς τῆι χρείᾳ χρηματισμὸν Πετήσιος ……ἔτους λγ Φαμενὼθ θ ω… Ἀντίγραφον τοῦ ἐπιδοθέντος αὐτῶι ὑπομνήματος καὶ τῆς ἐπιδοθείσης …ἐντεύξεως κατὰ Θαήσιος …τῆς Σοκονώπιος καὶ Σεσοώσιος τοῦ Πολήμιος νεωτέρου καὶ Ἁρθώτου τοῦ Μαρρείους …