Ancient Greek
SB 14 11431
Documentary Papyri, SB 14 11431
Not analysed yet
……εἰς σπορὰν πυροῦ ἐκφορίου προτελουμένου κατʼ ἔτος σὺν σπέρμασι πυροῦ ἀρτάβαις τρισὶ πυροῦ ἀρταβῶν …μέτρῳ …χοινίκῳ …ουλ…ρη ι…πολ…ραξιω …καὶ θαλλοῦ ἐπὶ τὴν τετραετίαν κατʼ ἔτος ζύμης …ου πάντων δὲ ἀνυπολόγων καὶ ἀκινδύνων. καὶ ἐπιτελέσω τὰ τῶν ἀρουρῶν γεωργικὰ ἔργα πάντα κατʼ ἔτος ὅσα καθήκει ἐκ τοῦ ἰδίου βλάβος μηδὲν ποιῶν καὶ τὰ ἐκφόρια ἀποδώσω κατʼ ἔτος ἐν μηνὶ Παῦνι ἐφʼ ἅλωι …τῆς μετρήσεως γεινομένης διὰ κοινοῦ, τὸν δὲ φόρον μηνὶ …,πρὸς ἐμὲ τὸν Ἀθηνίωνα ὄντων τῶν κατʼ ἔτος δημοσίων φορέτρων τῶν ἐκφορίων εἰς κώμην Κερκῆσιν καὶ μετὰ τὸν χρόνον παραδώσω σοι τὰς ἀρούρας καθαρὰς καθὼς παρέλαβον. βεβαιώσεις δέ μοι τὴν μίσθωσιν ἐπὶ τοῖς προκειμένοις ἀπὸ δημοσίων πάντων, ἐὰν φαίνηται μισθῶσαι. …Ἡρακλείδου μεμίσθωκα τὰς ὀκτὼ ἀρούρας ἐπὶ τοῖς προκειμένοις. ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ …