Ancient Greek
SB 14 11437
Documentary Papyri, SB 14 11437
Not analysed yet
τῇ κυρίᾳ μου θυγατρὶ Σουσάννᾳ Μαρτύριος ὁ σὸς πατήρ. ἐξ ὅτου ἀπέστειλας πρὸς ἡμᾶς τὴν ἐπιστολήν σου, ἡ μήτηρ σου ἀνωμάλησεν καὶ οὐκ ἠδυνήθη ἐλθεῖν πρὸς σὲ οὔτε καὶ ἐγὼ ἐσχόλασα ἐλθεῖν πάλιν. καὶ γὰρ ἄλλην ἐπιστολήν σοι γεγράφηκα ὥστε ἀπαντῆσαι. σπούδασον τοίνυν παραυτὰ δεξαμένη ταῦτα τὰ γράμματα ἀπαντῆσαι μετὰ τοῦ σοῦ ἀνδρὸς ἐπειδὴ πάνυ κακοῦται ἡ μήτηρ σου καὶ ἐπιθυμεῖ σε ἰδεῖν. πολλὰ προσαγορεύω τὸν κύριόν μου Ἀντωνῖνον καὶ τὴν τούτου μητέρα καὶ πάντας ὑμᾶς. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κυρία θυγάτηρ. τῇ κυρίᾳ μου θυγατρὶ Σουσάννᾳ Μαρτύριος ὁ σὸς πατήρ.