Ancient Greek
SB 4 7361
Documentary Papyri, SB 14 11478
Not analysed yet
Ἀντωνίωι Κολωνιανῶι τῶι κρατίστωι ἐπιστρατήγωι παρὰ Γελλίου Σερήνου καὶ Γεμέλλου Ὡρίωνος καὶ τῶν λοιπῶν γεούχων καὶ δημοσίων γεωργῶν κώμης Κερκεσούχων. πρὸ τῶν ὅλων, ἐπιτρόπων μέγιστε, οἱ κατὰ καιρὸν ἡγεμόνες τὴν πρόνοιαν ποιούμενοι τῆς γῆς γράφουσι περὶ τῆς τῶν χωμάτων καὶ διωρύχων τὴν ἀπεργασίαν γίνεσθαι. καὶ ἡμεῖς βουλόμενοι ὡς καὶ ἀεὶ προθυμότατα συντελεῖν τὰ ἀνήκοντα τῇ γῇ ἔργα, οἱ οὖν κατασπορεῖς τῆς Ἀργαίτιδος φιάλης τοῦ ἐνεστῶτος ιθ ἔτους οὐκ οἶδʼ ὅπως ἤτοι κατʼ ἀμελείαν οὐ παρήνεγκαν τὰ κατʼ ἔτος παραφερόμενα διὰ αὐτῶν ξύλα καὶ ὕλην εἰς ἀνοικοδομὴν φρυγανικοῦ ἐμβλήματος περὶ τὴν αὐτὴν κώμην καλουμένου Κορμοῦ οὐδὲ τὴν ἀπεργασίαν ἐποίησαν οὐδέν, ὡς εἰ …ου ὑπονοίας …γυλ τοῦ διώρυχας τὴν διαφορὰν ποιῆσαι. τῆς γῆς κινδυνευούσης διὰ τοῦτο ἀβροχῆσαι καὶ τὸ ἱερώτατον ταμεῖον βλάψαι τὰ ὑπὲρ τούτων μετρούμενα δημόσια οὐκ ἐν ὀλίγαις μυριάσι ὄντα, τοῦ ἱερωτάτου Νίλου προθυμότατα ἑαυτὸν ἐπʼ ἀγαθοῖς ἡμῖν ἐπινενευκότος, ἀξιοῦμεν ἐὰν σου τῇ εὐμενεστάτῃ τύχῃ δόξῃ κελεῦσαι διὰ τῆς σῆς εὐτονίας τὸ ἔργον γενέσθαι ὥστε καὶ δυνηθῆναι ἡμᾶς τὴν ἐπʼ ἀγαθοῖς ἐσομένην κατασπορὰν ἀμέμπτως επὶ τὸ πλέον αὐξῆσαι καὶ τῷ ἱερωτάτῳ ταμιείῳ μηδὲν παραπολέσθαι.