Ancient Greek
SB 14 11487
Documentary Papyri, SB 14 11487
Not analysed yet
ἔτους ἑνδεκάτου Αὐροκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ …ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ψοῖφις Παώπιος ὡς ἐτῶν εἴκοσι ἕξ οὐλὴ δακτύλωι πρώτωι χειρὸς δεξιᾶς Εὐτύχωι …ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς μεμισθωκέναι αὐτῶι Εὐτύχωι εἰς τὸ εἰσιὸν δωδέκατον ἔτος Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἀφʼ ὧν γεωργεῖ ὁ Ψοῖφις περὶ Τεβτῦνιν δημοσίων ἐδαφῶν τὰς ἐν μιᾷ σφραγῖδι ἐν τῶι λεγομένωι Τεσσερακονταρούρωι γῆς ἀρούρας δύο ἥμισυ ἢ ὅσαι ἐὰν ὦσι προσγειτνιώσας ἐκ τοῦ πρὸς νότον μέρους Μαρεψήμι Ψοίφιος εἰς σπορὰν χόρτου καὶ κοπὴν καὶ ξηρασίαν, τῆς τῶν σπερμάτων χορηγίας καὶ τῆς τοῦ χόρτου κοπῆς οὐσῶν πρὸς τὸν Εὔτυχον, τῶν δὲ γεωργικῶν ἔργων πάντων καὶ φορέτρων ὄντων πρὸς τὸν Ψοῖφιν, ὃν καὶ ἔχειν παρὰ τοῦ Εὐτύχου ἐκ προδόματος τὴν συμπεφωνημένην τιμὴν πᾶσαν διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσειν τὸν Ψοῖφιν τῶι Εὐτύχωι τὰς εἰρημένας ἀρούρας δύο ἥμισυ πάσῃ βεβαιώσει …