Ancient Greek
SB 14 11492
Documentary Papyri, SB 14 11492
Not analysed yet
τὴν παρρησίαν εἶχον γράψαι τῇ σῇ ἀδελφότητι τῇ προαγορᾷ ἵνα παρακληθεὶς προσαγοράσῃς μοι ἑνὸς τριμησίου καὶ χρηζομένης τῆς κυρίας Πατρικείας ἑνὸς ὁλοκοττίνου ἔριον. ἤκουσα αὐτῆς λεγούσης Ἄπα Ῥωμανῷ ὅτι ἄπηλθε εἰς Τερῦθιν, καὶ παρεκάλεσα αὐτὴν ὥστε ἀπολύσειν με μετὰ τοῦ ἀπερχομένου καὶ ἐμνήσθη ἀπολύσειν με μετὰ Ἄπα Ῥωμανοῦ, καὶ ἀπελθόντες ἐκεῖσε οὐκ ηὕραμεν ἐν ἑτοίμῳ, ἀλλὰ προθεσμίαν ἔδωσαν ἡμῖν εἰς τὸ αὔριον τοῦ φέρειν αὐτῷ. ἐπειδὴ οὖν καὶ ἐγὼ χρήζομαι ἑνὸς τριμησίου ἔριον καὶ συνέθεντό μοι τοῦ ἐνέγκαι μοι καὶ ἐμοῦ τοῦ ἑνὸς τριμησίου καταξιώσῃ σου ἡ σὴ ἀδελφότης πέμψαι μοι ἐκεῖθεν ἓν τριμήσιον ἵνα μὴ εὑρηθῶ ἀλλοίως ποιῶν τοῖς ἀπὸ Τερύθεος, καὶ σὺν θεῷ ἐρχομένου μου εἰς πόλιν ἀπολογοῦμαι τῷ ἐμῷ δεσπότῃ. θέλησον δὲ ζητήσῃς παρὰ τοῦ γραμματηφόρου σικύδια ἓξ ἀδιαφόρως. μὴ οὖν ἀμελήσῃς τοῦ πέμψαι μοι τὴν ἀνταπόκρισιν. καὶ πολλὰ ἀσπάζομαι σε καὶ προσκυνῶ τῷ ἐμῷ ἀδελφῷ. μὴ οὐν σχῇς ὡς ὕβριν ὅτι γράφω σοι ὡς ἀδελφῷ ἀλλὰ ὡς δεσπότῃ μου γράφω σοι. πολλὰ οὖν προσαγόρευσον τὴν κοινὴν ἀδελφήν μου Θεοδώτην μάλιστα τὴν κυρίαν τὴν μητέρα σου. πέμψον μοι δὲ τὸν μικρὸν καὶ φρόντισον τοῦ κελ… ἐπίδος τῷ γλυκυτάτῳ ἀδελφῷ Φιλοξένῳ …παρὰ Ὑακίνθου ἀδελφοῦ.