Ancient Greek
SB 6 9212
Documentary Papyri, SB 14 11552
Not analysed yet
ἐμίσθωσαν Αὐρήλιοι Σερῆνος …μονος μητρὸς Ξένας καὶ Τρύφων ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως Αὐρηλίῳ Δημητρίῳ Θέωνος τοῦ Ἡλιοδώρου ἀπὸ τῆς αὐτῆς πόλεως ὃν ἔχουσι σκαφοπάκτωνα μῆκος πηχῶν δεκαπέντε αὐτόστολον ἐξηρτισμένον πᾶσι καὶ ναύταις ἱκανοῖς πρὸς ἀνάπλουν εἰς Τεβενοῦτιν ἀπὸ ὅρμου τῆς Ὀξυρύγχων πόλεως καὶ κατάπλουν ἀπὸ τῆς Τεβεννούθεως ἐνθάδε εἰς τὸν Ὀξυρυγχείτην ναύλου τοῦ ἀναπλόου καὶ κατάπλου ἀργυρίου δραχμῶν πεντακοσίων καὶ οἴνου μετρητοῦ ἑνὸς καὶ κρέως μοσχείου σπαδίων δέκα ἐλαίου μετρητῶν δέκα ἐλαίου ῥαφανίνου μετρητῶν τριῶν . ἀπὸ δὲ τοῦ ναύλου αὐτόθι ὁμολογοῦσι οἱ νεναυλωκότες ἐσχηκέναι δραχμὰς ἑκατόν ,τὸ δὲ λοιπὸν ἀπολήμψεσθαι ἅμα τῇ ἐν Ὀξυρυγχείτῃ ἀπὸ τῆς Τεβεννούθεως ἐκβολῇ. παρεχέτωσαν οὖν οἱ νεναυλωκότες τὸν σκαφοπάκτωνα Δημητρίῳ πρὸς ἐμβολὴν τῇ δευτέρᾳ τοῦ ἑξῆς μηνὸς Φαῶφι ……οντες τὸν νεναυλωμένον …ς αὐτοῦ καὶ Μοσχίονι ἀποπλέουσι μετὰ πάσης ἀσφαλείας οὐ νυκτὸς οὐδὲ χειμῶνος ὄντος πλέοντες ἀλλὰ ἐπὶ τῶν ἀσφαλεστάτων ὅρμων καθʼ ἑκάστην ἡμέραν ἀνορμίζοντες …βλη …λω…ου ὑποδε…ν παραδότωσαν οἱ νεναυλωκότες τὰ ἐμβληθησόμενα ἀσινῆ ὑγιῆ ἀκακούργητα ἀπὸ ναυτικῆς κακουργίας. παραμένουσι οἱ αὐτοῖ νεναυλωκότες ἐν Τεβεννοῦθι τῷ νεναυλωμένῳ μέχρι δεκάτης τοῦ αὐτοῦ μηνὸς Φαῶφι μεθʼ ἣν ἀποπλεύσουσι ὡς ἐπάνω δεδήλωται. ἡ ναύλωσις κυρία. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γείνεσθαι ἐπερωτήσαντες ἀλλήλους ὡμολόγησαν. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Αὐρηλίου Ἀλεξάνδρου Καίσαρος Σεβαστῶν Θὼθ δ. ἕξουσι δὲ οἱ νεναυλωκότες ναῦλον ἐπιβατῶν τεσσάρων . χρόνος ὁ αὐτός Αὐρήλιος Τρύφων νεναύλωκα καὶ ἔσχον τὰς δραχμὰς ἑκατὸν ὡς πρόκιται.