Ancient Greek
SB 14 11575
Documentary Papyri, SB 14 11575
Not analysed yet
Αὐρήλιος Ἁτρῆς Χαιρᾶ μητρὸς Ῥοδίας ἀπὸ κώμης Εὐημερίας Αὐρηλίᾳ Ἀπίᾳ χαίρειν. δίδωμι εἰς φερνικούλου τῇ θυγατρί σου Νόννᾳ δελματίκιον σιππόινον πορφυρόσημον καὶ φακιάλιον ἓν καὶ κεφαλοδέσμιον καὶ βαλανάριον ἓν Ταρσικὸν καὶ ὑπόδημα μηνὶ Φαρμοῦθι.