Ancient Greek
SB 14 11578
Documentary Papyri, SB 14 11578
Not analysed yet
…οἰκιδίου καὶ τῆς αὐτοῦ ἐπαύλεως …λλα …τοῦ προδεδηλουμένου μου οἰκιδίου καὶ ἐπαύλεως, ἢ ἔν τινι δικαίῳ …ἀδώρητον τὸ σύνολον· οὗ καὶ εἰσιν γείτονες νότου οἰκία …καὶ λιβὸς οἰκία Εὐδοξίας, θυγατρὸς Μηνᾶ, ἐλαιουργίσσης, …ῥύμη, διʼ ἧς γίνεται ἡ τούτου εἴσοδος καὶ ἔξοδος, πρὸς τῷ σὲ τὴν αὐτὴν …λ…θεν κρατεῖν καὶ κυριεύειν τοῦ αὐτοῦ καὶ δωρηθέντος σοι παρʼ ἐμοῦ καὶ προγεγραμμένου μέρους τοῦ οἰκιδίου καὶ ἐπαύλεως καὶ ἐξουσίαν σε ἔχειν διοικεῖν, ἐπιτελεῖν περὶ αὐτοῦ, βελτιοῦν, φιλοκαλιεῖν, καθελεῖν ἀνοικοδομεῖν, μετασχηματίζειν ἐν οἵᾳ …λε… καὶ διαθέσει, ἐκποιεῖν τὸ αὐτὸ, εἰ βουληθείης, εἰς χρείαν σου τῆς αὐτῆς …δεσποτικῷ δικαίῳ ἀνεπικωλύτως, μὴ ἐξεῖναι δʼ ἐμοὶ τῇ δωρησαμένῃ μετελθεῖν σε, μηδὲ μεταμέλῳ γινομένῃ αἰτιάσασθαι ἢ κατηγορεῖν σου περὶ τῆσδε τῆς δόσεως μὴ ἐν δικαστηρίῳ, μὴ ἐκτὸς δικαστηρίου, μὴ καθʼ οἱονδήποτε τρόπον τὸ καθόλου ἀλλὰ καὶ ἐπάναγκές με ἔχειν καὶ κληρονόμους ἐμοὺς …πάσαν δεσποτείαν καθαροποιῆσαι σοι τῇ αὐτῇ …ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου κατʼ αὐτοῦ ἐ… κινδύνῳ ἐμῷ καὶ …