Ancient Greek
SB 14 11598
Documentary Papyri, SB 14 11598
Not analysed yet
Μάρκος Αὐρήλιος …τοῦ Ἡρακλείου ἀπὸ …Θερμοῦθι Ἑρμάμμωνος …χωρὶς κυρίου χρηματιζούσῃ κατὰ τὰ Ῥωμαίων ἔθη δικαίῳ τέκνων χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς χρῆσιν ἔντοκον τόκου δραχμιαίου τῆς μνᾶς τὸν μῆνα ἕκαστον ἀργυρίου κεφαλαίου δραχμὰς πεντήκοντα… ἃς καὶ ἀποδώσω σοι ἐπὶ καταβολαῖς ἡμερησίως τετρώβολον ἀρχόμενος ἀπὸ τῆς πεντεκαιδεκάτης τοῦ ὄντος μηνὸς τοῦ ἐνεστῶτος ε ἔτους ἀνυπερθέτως καὶ ἄνευ ἀντιλογίας μηδεμίαν ἡμέραν καταλείπων …τῆς δὲ πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων παντοίων καθάπερ ἐκ δίκης. τόδε τὸ χειρόγραφον γραφὲν ἐξεδόμην καὶ ἐδημοσίωσα ἐν τῷ δημοσίῳ καταλογείῳ …α… α… δ… τ…