Ancient Greek
SB 14 11639
Documentary Papyri, SB 14 11639
Not analysed yet
Πύρρος Ζήνωνι Ἐφαρμόστωι χαίρειν. εἰ ἔρρωσθε, εὖ ἂν ἔχοι· ὑγιαίνομεν δὲ καὶ αὐτοί. ἔγραψά σοι καὶ προτερον περὶ Ἐτεάρχου ὅτι εἰσέδωκέν με εἰς λογιστήριον ὀφείλοντα πυρῶν ἀρτάβας σμ, καὶ πράσομαι ὑπὸ …αντειν ……ἀπεκρίθη οὖν μοι Νικάνωρ ὅτι οὔ σε ἀδικεῖ Ἐτέαρχος, ἀλλὰ Ζήνων. κεχειρογράφηκα οὖν ἐφʼ ὧι οἴσω παρά σου ἐπιστολὰς πρός τε Θεόφιλον καὶ Νικάνορα καὶ Ἑρμαφίλωι ἕως κ τοῦ Μεσορὴ ὅτι οὐκ ὀφείλω τὸν σῖτον τοῦτον. καλῶς ἂν οὖν ποιήσαις γράψας ἐν τάχει περὶ τούτων, ἵνα μὴ συμβαίνηι μοι ὑπὸ τὸν ὅρκον εἶναι καὶ ἐν τῶι δεσμωτηρίωι καταφθαρῆναι. ἐὰν γὰρ μὴ ἐν εὐδίαι ὦ, οὐ δυνήσομαι οὐδὲ τὰ σὰ εὐτακτεῖν. ὑφαίνεται δὲ καὶ τὸ ἱμάτιον καί ἐστιν ἐν τῶι τρίτωι πήχει. γράψον Ἰάσονι προχρῆσαί μοι εἰς σπέρμα ἐρεβίνθου ἀρτάβας ιβ. ἔρρωσθε. ἔτους λη, Μεσορὴ ι. Ζήνωνι