Ancient Greek
SB 14 11651
Documentary Papyri, SB 14 11651
Not analysed yet
…στρατηγοῖς καὶ βασιλικοῖς ἑπτὰ νομῶν καὶ Ἀρσινοίτου χαίρειν. …παρασκευαζομένων ἐπιτηδείων εἰς τὴν θείαν ἐπιδημίαν τοῦ τε κυρίου ἡμῶν Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Ἰουλίας Μαμαίας μητρὸς Σεβαστοῦ καὶ ἱερῶν στρατοπέδων καὶ συγκλήτου τῆς ἱερωτάτης Σεβαστῆς, ὡς καὶ ἤδη ἔγραψεν ὑμῖν …ὁ κράτιστος ἐπιστράτηγος, φροντίσατε ὑμεῖς μὲν ……ἀντίγραφον τούτου δημοσίᾳ προθεῖναι ἔν τε ταῖς μητροπόλεσι καὶ τοῖς τῶν νομῶν ἐπισημοτάτοις τόποις …σθαι εἰ κατʼ ἰσότητα καὶ κατὰ τὸ δικαιότατον …στρατηγοὶ ἔχοντες ἤδη ταῦτα συνηθροισμένα …ἐπιμελούμενοι τῆς ἀννώνης τῆς μὲν εἰς τὴν …ὅσας προσήκει μόνας· καὶ εἰδότες ὅτι οὐ περὶ …σωτηρίας ἔσται ὁ ἀγὼν ὑμῖν, ἐὰν …ταζομένους τὴν θείαν ἐπιδημίαν …ων ἐπʼ εὐδαιμονίᾳ τῆς …ταύτης μου τῆς ἐπιστολῆς τὸ ἀντίγραφον ἔν τε ταῖς μητροπόλεσι καὶ τοῖς τῶν νομῶν ἐπισημοτάτοις τόποις δημοσίᾳ προθεῖναι φροντίσατε. …ἐρρῶσθαι ὑμᾶς βούλομαι. …