Ancient Greek
SB 14 11654
Documentary Papyri, SB 14 11654
Not analysed yet
ἐκ τόμου γραφῆς ἀνηκόντων τῷ Μεχεὶρ μηνὶ τοῦ ἐνεστῶτος ι ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, ἔστι δέ· μητροπόλεως· συκάμινοι γ καταπεπτωκυῖαι …ἀπὸ βίας ἀνέμου ἐπὶ ἠθετημένου χώματος ἀπὸ νότου τῆς πόλεως, ὧν μέτρα· μιᾶς μὲν μήκους πήχεις δ, περιφερείας κάτωθεν 𐅵ἄνωθεν …,καὶ ἐξέχοντα κλάδια ἄχρηστα μέτρα μὴ ἐπιδεχόμενα· ἑτέρας δὲ μήκους πήχεις ϛ, πάχους ἐκ συνπεράσματος πῆχυς α, καὶ ἐξέχοντα κλάδια β, ὧν μέτρα ἑνὸς μὲν μήκους πήχεις γ, ἑτέρου δὲ μήκους πήχεις β, καὶ ἐξέχοντα κλάδια ἄχρηστα μέτρα μὴ ἐπιδεχόμενα· καὶ τῆς ἄλλης μήκους πήχεις ϛ, περιφερείας κάτωθεν πήχεις …ἄνωθεν πήχεις …,καὶ ἐξέχοντα κλάδια ἄχρηστα μέτρα μὴ ἐπιδεχόμενα