Ancient Greek
SB 14 11666
Documentary Papyri, SB 14 11666
Not analysed yet
…τα… ως τῆς σου ἐγευσάμην εὐεργεσίας μεγίστης· μὴ οὖν καί σοι παραβολεύσῃς σεαυτὸν ἀπαντῆσαι πρὸς ἡμᾶς ἵνα καὶ ἡμεῖς δυνηθῶμεν ἀνταμείψασθαί σοι τῆς εὐποιίας σου· παράβαλε τῷ υἱῷ σου Ἀντιόχῳ εἰς τὴν ἐκκλησίαν, μάθε πῶς διάκειται καὶ γράψον μοι τὸν υἱὸν μου Κασιανὸν ἅμα τῇ τιμιωτάτῃ μητρὶ αὐτοῦ πολλὰ παρὰ Ταῦρις καὶ ἀφʼ ἡμῶν προσαγορεύει Ἡραίσκος ἅμα τῇ συμβίῳ αὐτοῦ καὶ τῷ τέκνῳ· πολλὰ ἀπʼ ἐμοῦ προσαγόρευε καὶ ὅσους ἡδέως ἔχεις, ἐρρῶσθαί σε πολλοῖς χρόνοις εὔχομαι· εὐδαιμονοῖς. πανοικησίᾳ …αισα τὴν λυχνίαν καταλλάξας τὰ ἡλιακὰ λαβὼν παρʼ ἐμοῦ τὴν ἀλλαγὴν τῶν …ἡλιακῶν Ἀλυπίῳ …