Ancient Greek
SB 14 11703
Documentary Papyri, SB 14 11703
Not analysed yet
…τε ἄλλων παραχωρήσεων ἢ ἑτέρων οἰκονομιῶν καὶ ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἐνποιησομένου ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον βεβαιοῦντες πάσῃ βεβαιώσει ἢ ἐνέχεσθαι αὐτοὺς παραβάντας τῷ ὡρισμένῳ κατὰ τῶν παρασυγγραφούντων ἐπιτίμῳ καὶ μηδὲν ἧσσον τὰ διομολογημένα κύρια εἶναι. ὁ δὲ χρηματισμὸς ἐτελειώθη κινδύνῳ αὐτῶν, πρωτοπραξίας οὔσης τῷ δημοσίῳ, μηδενὸς δημοσίου ἢ ἰδιωτικοῦ καταβλαπτομένου. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γενέσθαι ἐπερωτηθέντες ὡμολόγησαν. κυρία ἡ πρᾶσις. Αὐρήλιοι Ἀειὼν καὶ Φαριτᾶς ἀμφότεροι Παχόιτος μητρὸς Τανεδβεύιος πεπράκαμεν τὰς προκειμένας ἀρούρας β 𐅵καὶ ἀπέσχαμεν τὰς τῆς τιμῆς δραχμὰς τριακοσίας ἑβδομήκοντα πλήρης καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει, τῶν σιτικῶν τε καὶ ἀργυρικῶν δημοσίων καὶ ἄλλων ὄντων πρὸς ἡμᾶς τοὺς περὶ Ἀειῶνα καὶ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Ἀμόις ὁ καὶ Σαραπίων ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.