Ancient Greek
SB 14 11705
Documentary Papyri, SB 14 11705
Not analysed yet
…νδραλι… Φαῶφι ἐφʼ ὑποθήκῃ τὸ ὑπάρχον αὐτῷ ἐν κώμῃ Φιλαδελφείας τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ οἰκίδιον σὺν καὶ μηχανῇ σιταλετικῇ, οὗ γείτονες καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν, νότῳ καὶ λιβὶ ψιλὸς τόπος, βορρᾷ Ἀρίωνος Σαραπίωνος, ἀπηλιώτῃ ῥύμη δημοσία. καὶ ἐπάναγκον τὸν Ἰούλιον Κασιανὸν ἀποδοῦναι τῷ Οὐαλερίῳ Σερήνῳ τὸ μὲν κεφάλαιον ἐν τῷ προκιμένῳ χρόνῳ, τοὺς δὲ τόκους κατὰ μῆνα ἀκοιλάντως καὶ τοῦ ὑπερπεσόντος χρόνου τοὺς ἴσους τόκους, ἔτι τε καὶ παρέχεσθαι τὸ ὑποτεθειμένον οἰκίδιον καθαρὸν καὶ ἀνέπαφον καὶ ἀνεπιδάνιστον ἑτέρου δανείου καὶ μηδενὶ αὐτοῦ ἐνποιούμενον τρόπῳ οὐδενὶ πρὸ τοῦ τῆς ἀποδώσεως χρόνου ἐνστάντος. ἐὰν μὴ δικαίως πράξῃ …νικῶς τοῖς ἐνφερομένοις, ἐξεῖναι τῷ ἐμβαδεύοντι εἰς τὴν ὑποθήκην καὶ …ξασθαι αὐτῆς κυρίας καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῆς ὡς ἐὰν αἱρῆται, τῆς βεβαιώσεως ἐξακολουθούσης τῷ Ἰουλίῳ Κασιανῷ διὰ παντός, καὶ ἐάν, ὃ μὴ γένοιτο, συμβῇ κίνδυνόν τινα ἢ ἐλάσσωμα ἢ ἕτερόν τι τῷ καθόλου πρᾶγμα ἐπακολουθῆσαι περὶ τὴν ὑποθήκην ἢ περὶ μέρος αὐτῆς μηδὲν εἶναι πρὸς τὸν Οὐαλέριον μηδὲ τὸ δάνειον ἢ τοὺς τόκους, ἀλλὰ καὶ οὔτως γείνεσθαι αὐτῷ τὴν πρᾶξιν ἐκ τῶν ἄλλων τοῦ ὑποχρέου ὑπαρχόντων πάντων διὰ τὸ ἀκίνδυνον παντὸς κινδύνου τὸν δανειστὴν γεγονέναι. περὶ δὲ τοῦ ταῦτα οὕτως καλῶς γενέσθαι πίστει ἐπερώτησεν Γάιος Οὐαλέριος Σερῆνος, πίστει ὡμολόγησεν Μάρκος Ἰούλιος Κασιανός. ἔτους β καὶ κ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βρεταννικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Φαῶφι β. ταύτην δὲ βουλόμενος προσφωνηθῆναι τοῖς τῶν ἐνκτήσεων τοῦ Ἀρσινοίτου νομοῦ βιβλιοφύλαξι ἀξιῶ, ἐπιφερομένου τοῦ τε τῆς συνχωρήσεως ἐκδοσίμου καὶ τοῦ ἐπιστάλματος ὑπογεγραμμένων, γράψαι αὐτοῖς ἵνʼ εἰδῶσιν ὡς καθήκει ἔτους β καὶ κ τοῦ κυρίου Αὐτοκράτορος Αὐρηλίου Σεουήρου Ἀντωνίνου Σεβαστοῦ, Φαῶφι. σεσημείωμαι καὶ τῆς ἐπὶ τοῦ μετώπου …Μάρκος Κλαύδιος Θεόδωρος. ἀντίγραφον ὑπόκειται. ἔτους β καὶ κ Αὐρηλίου Σεουήρου Ἀντωνίνου Καίσαρος, Φαῶφι. Αὐρήλιος Ἁρποκρατίων σεσημείωμαι. Μάρκος Αὐρήλιος Εὐήμερος καὶ ὡς χρηματίζω ἔγραψα.