Ancient Greek
SB 14 11711
Documentary Papyri, SB 14 11711
Not analysed yet
Αὐρηλίᾳ Δημητρίᾳ τῇ καὶ Ἀμμωνίᾳ καὶ ὡς χρηματίζει ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Σαραπίωνος Αρ…τίου καταγινομένου ἐν κώμῃ Μαγδώλων Βουκόλων τοῦ Ἑρμοπολίτου. ὁμολογῶ ἐξειληφέναι παρὰ σοῦ πρὸς μίσθωσιν ἐπὶ τετραετῆ χρόνον λογιζόμενον ἀπὸ τοῦ ὄντος μηνὸς Μεχεὶρ ε νέας ἰνδικτίωνος, καρπῶν τῆς εὐτυχοῦς ἕκτης νέας ἤτοι κ ἰνδικτίωνος τὸν ὑπάρχοντά σοι περὶ τὴν αὐτὴν κώμην Μαγδώλων Βουκόλων ἐλαιωνοφοινικοπαράδεισον ἣν προεῖχον ἐπὶ τῷ πρὸς ἀλλήλους συμπεφωνημένῳ φόρῳ τῷ μὲν πρώτῳ ἐνιαυτῷ ἐλαιῶν μελαινῶν ἀρτάβην μίαν ἥμισυ καὶ φοινίκων καρυωτῶν καὶ πατητῶν κατὰ τὸ ἥμισυ ἀρτάβην μίαν καὶ σφυρίδα ἐννεάπλοκον καὶ ἄλλην πεντάπλοκον, ἐπὶ δὲ τὸν ἑξῆς τριετῆ χόνον κατʼ ἔτος ἐλαιῶν ἀρτάβας δύο καὶ φοινίκων ξηρῶν καὶ πατητῶν ἀρτάβην μίαν καὶ ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα ἓξ καὶ τὰ αὐτὰ σφυρίδια δύο ,ἅπερ προκείμενα ἀποδώσω ἐν τῷ δέοντι καιρῷ ἕκαστον ὡς πρόκειται ἀνυπερθέτως καὶ τὴν δέουσαν γεουχικὴν ὑπηρεσίαν …ως ποιήσομαι ἀπὸ τῶν ὄντων ἐκεῖσε παντοίων ἐπὶ δὲ τῷ τέλει τοῦ χρόνου παραδώσω σοι τὸν αὐτὸν παράδεισον ἐν τῇ κρατίστῃ ἐπιμελείᾳ καθαρὸν ἀπὸ θρύων καὶ δείσης πάσης καὶ τὰ φυτὰ εὐθαλοῦντα καὶ τὰ τείχη συνεστῶτα ὡς παρέλαβον καὶ τὸ ἀργύριον, τῶν δημοσίων τελεσμάτων πάντων ὄντων πρὸς σὲ τὴν γεοῦχον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Παπίου Πακατιανοῦ τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Μεκιλίου Ἱλαριανοῦ τοῦ λαμπροτάτου Μεχεὶρ …Αὐρήλιος Σαραπίων ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. …ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.