Ancient Greek
SB 14 11718
Documentary Papyri, SB 14 11718
Not analysed yet
Κρονιαίνῃ …νος μετὰ κυρίου …Σωτηρίχου παρὰ …Ἀμμωνίου τοῦ Κρονίωνος …Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι …ἀπὸ τοῦ εἰσιόντος πέμπτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ …τῆς Πολέμωνος μερίδος κλήρων τὰς ἐν μιᾷ σφραγῖδι ἀρούρας …ἢ ὅσαι ἐὰν ὦσι πρότερον Νικ… …ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος ἕκαστον πυροῦ ἀρταβῶν …ἡμίσους καὶ φακοῦ ἀρταβῶν …μέτρῳ …χοινίκωι ἑρμηνέως τῆς κώμης, καὶ θαλλῶν ἐπὶ τὴν …κατʼ ἔτος σκόρδων ξηρῶν δεκα… πάντων ἀνυπολόγων καὶ ἀκινδύνων· ἄγων τὰ κατʼ ἔτος γεωργικὰ ἔργα πάντα ὅσα καθήκει, σπείρων τὰς ἀρούρας κατʼ ἔτος τὸ μὲν ἥμισυ μέρος πυρῶι, τὸ δὲ λοιπὸν ἥμισυ οἷς ἐὰν αἱρῶμαι πλὴν πυροῦ καὶ κριθῆς καὶ κνήκου· καὶ τὰ ἐκφόρια ἀποδώσω κατʼ ἔτος ἐν μηνὶ Παῦνει ἐφʼ ἅλωι νέα καθαρὰ ἄδολα, τῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ ὄντων πρὸς ἐμὲ τὸν …να, τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων πρὸς σὲ τὴν Κρονίαιναν· καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης· βεβαιώσεις δέ μοι τὴν μίσθωσιν καὶ καθαρὰν ἀπὸ δημοσίων· ἐὰν φαίνηται μισθῶσαι. …ων ἀρουρῶν …μ…του …ε… ἐκφορίων. …ἄσημος. ἔτους δ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Φαρμοῦθι ιδ.