Ancient Greek
SB 14 11863
Documentary Papyri, SB 14 11863
Not analysed yet
Αὐτοκράτωρ Καῖσαρ Λούκιος Σεπτίμιος Σεουῆρος Εὐσεβὴς Περτίναξ Σεβαστὸς Ἀραβικὸς Ἀδιαβηνικὸς Παρθικὸς μέγιστος καὶ Αὐτοκράτωρ Καῖσαρ Μάρκος Αὐρήλιος Ἀντωνῖνος Εὐσεβὴς Σεβαστὸς λέγουσιν· ἔτι πολλῶν ἐντυχόντων ὥστε ἀφεθῆναι τοῦ ὑπέραλλα ἀπαιτεῖσθαι ὡς ἐξ ἀλληλεγγύης παρὰ τὰ ἄνωθεν διατεταγμένα ἀναγκαῖον ἡγησάμεθα τὸ προηγορευμένον ἔκθεμαπάλινἀγορεύειν μηδένα ἀπαιτεῖσθαι ὑπέραλλα μήτε πατέρα ὑπὲρ υἱοῦ μήτε υἱὸν ὑπὲρ πατρὸς μήτε ἄλλον ὑπὲρ ἄλλου μήτε …χ… …εσθαι προφάσει ἀπαιτήσεως ἡστινοσοῦν… ἐὰν δέ τις φωραθῇ ὑπέραλλα ἀπαιτῶν ὑβριστικῶς τινα οὐ τὸν τυχόντα κίνδυνον ὑφέξει προετέθη ἐν Ἀλεξανδρίᾳ ἔτους η Μεχεὶρ …