Ancient Greek
SB 14 11893
Documentary Papyri, SB 14 11893
Not analysed yet
Ζωπύρωι ἐπιμελητῆι παρὰ Δημητρίου τοῦ Πτολεμαίου Μακεδόνος τῆς β ἱππαρχίας ἑκατονταρούρου. ὑπαρχόντων μοι μετεώρων καρπῶν ἐν τῶι παραδείσωι μου περὶ τὴν κτῆσιν ἐν Ὀξυρύγχοις τῆς Πολέμονος μερίδος εἰς τὸ κβ ἔτος ἐκ συντιμήσεως χαλκοῦ δραχμῶν πεντακοσίων, ὁμοίως δὲ καὶ ἐν τῶι ὑπάρχοντί μοι παραδείσωι ἐρήμωι τῶι πρότερον Σισούχου περὶ τὴν αὐτὴν νέων φοινικίνων καρπῶν ἐκ συντιμήσεως χαλκοῦ δραχμῶν πεντακοσίων καὶ περὶ τὴν αὐτὴν ὧν ὠνησάμην μου νεοφύτων φοινίκων …περὶ τὴν πρότερον Μενη …ετος… …υ…εων…αμ… χαλκοῦ δραχμῶν διακοσίων ὥστʼ εἶναι χαλκοῦ δραχμὰς χιλίας διακοσίας ὧν τὴν γινομένην ἀπόμοιραν χαλκοῦ δραχμὰς ρκ διαγράψω ἐπὶ τὴν βασιλικὴν τράπεζαν ἐν τῶι καθήκοντι καιρῶι ἀξιῶ οὖν συντάξαι καταχωρίσαι παρὰ σοὶ ἐν χρηματισμῶι ἵνα μὴ ἐξ ὑστέρου ὑπὸ τῶν τελωνῶν συκοφαντῶμαι. εὐτύχει. ἔτους κβ Ἐπεὶφ ιϛ.