Ancient Greek
SB 14 11898
Documentary Papyri, SB 14 11898
Not analysed yet
Σαραπίων Διογένει τῶι ἀδελφῶι χαίρειν. ἐκ τῶν ἀπὸ τῆς συνόδου, εἰ μὴ Διογένης καὶ Θεωνίων, οὐκ ἔστιν ἐνθάδε οἷς ἐλάλησα περὶ τῆς Τετραδύμις καί φασι· ὃ βούλει σὺ ποίησον. ὥστε εἰ ἐνδέχεταί σε τῇ τρίτῃ ἀνελθεῖν μήπως καὶ ἕτεροι ἐξ αὐτῶν παρατύχωσι, εὖ ἂν ἔχοι· εἰ δὲ μή, δήλωσον ὃ θέλεις. ἔρρωσο, ἄδελφε. Ἐπεὶφ λ.