Ancient Greek
SB 14 11904
Documentary Papyri, SB 14 11904
Not analysed yet
Αὐρηλίῳ Ἀντωνείνῳ ἑκατοντάρχῳ παρὰ Εὐδαιμονίδος τῆς Ζωίλου, γεουχούσης ἐν κώμῃ Τεπτῦνι. πρῴην οἱ τῆς κώμης πρεσβύτεροι ἐπῆλθάν μοι καὶ βιαίως χρώμενοι ἐπείρασαν ἀπαιτεῖν σιτικὰ δημόσια ὡς ὀφειλόμενα ὑπὸ ἀγνώστου μοι ἀνθρώπου, καταφρονοῦντές μου ὡς γυναικὸς ἀβοηθήτου καὶ χήρας καθεστώσης. μὴ ἀνεχομένης δʼ ἐμοῦ ἐργολαβηθῆναι, αὐθαδῶς χρησάμενοι ἀποσπάσαντες δούλην μου Σαραπιάδα, ἃ εἶχεν πέριξ αὐτὴν ἱμάτια ἐβάσταξαν καὶ βίαν αὐτῇ πλείστην ἐποιήσαντο. ὅθεν κέλευσον ἀχθῆναι αὐτοὺς καὶ διακοῦσαί μου, ἵνα δυνηθῶ διὰ τῆς σῆς βοηθείας τ…τα…ο… μειν… και…ε…ας ει…οι…ζε…π…ιο τ…πο…ατριτ…ο… …ίοις τῶν ος…