Ancient Greek
SB 14 11906
Documentary Papyri, SB 14 11906
Not analysed yet
Ζωίλος Σαραπᾶτι τῶι τιμιωτάτῳ χαίρειν. πρὸ τῶν ὅλων εὔχομαί σε ὑγιαίνειν, καὶ τὴν σύμβιόν σου καὶ τὰ ἀβάσκαντά σου τέκνα καὶ ὅλον σου τὸν οἶκον ἀσπάζομαι. γιγνώσκειν σε θέλω ὅτι ἐτυπωσάμην ἀναφόριον ἐπιδῶναι τῷ δικαιοδότῃ καὶ οὐκ ἀφῆκέ με αὐτὸς λέγων ὅτι ὁ ἡγεμὼν ἐγγύς ἐστιν τοῦ εἰσελθεῖν. τὰ πλοῖα ἐπʼ αὐτὸν ἐξελήλυθεν. ἐν τοσούτῳ πέμψω σοι ἐπιστολὴν κ… ἀπὸ Ζωίλου φίλου