Ancient Greek
SB 14 11911
Documentary Papyri, SB 14 11911
Not analysed yet
Ἀπιδίᾳ Ἀπολλωναρίῳ καὶ ὡς χρηματίζει ἀπὸ τοῦ …νομοῦ Σιμοίρεως τόπων, παρὰ Αὐρηλίου Σα… βοῦτος μητρὸς …ἀπὸ ἐποικίου Σιμοίρωνος. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ παράδεισον ἀπὸ βορρᾶ τοῦ προκειμένου ἐποικίου καλούμενον …οιμ ἀρούρας τέσσαρες, γίνονται ἄρουραι δ, ἢ ὅσας ἐὰν ὦσι, σὺν τῇ οὔσι μηχανῇ ἐξηρτισμένῃ πᾶσι τοῖς σκεύεσι, πρὸς μόνον τὸν σπόρον τοῦ ἐνεστῶτος δ ἔτους, ὥστε με τὸν μεμισθωμένον κατασπεῖραι ταύτας σπόρῳ ᾧ ἐὰν αἱρῶμαι καὶ ἀπενέγκασθαι εἰς τὸ ἴδιον τά ἐξ αὐτῶν περιγινόμενα γενήματα πάντα, φόρου ἀποτάκτου οὗ ὑπισχνοῦμαι τελέσαι ἀργυρίου δραχμὰς τετρακοσίας, γίνονται δραχμαὶ υ, τὴν δὲ ἀπόδοσιν ποιήσομαι τῷ Ἐπεὶφ μηνί, τῶν γενημάτων ἐπὶ τῆς ἁλωνίας ὄντων ἀνυπερθέτως· ἐπὶ τέλει τοῦ χρόνου παραδώσω τὴν μηχανὴν καὶ τὰ περιόντα σκεύη καθὼς πρόκειται. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Φαῶφι ιγ. Ἀπιδία Ἀπολωνάριον διὰ ἐμοῦ Ἱλάρου ἐμίσθωσα ὡς πρόκιται. …οιμ ἄρουραι δ φόρος δραχμαὶ υ μίσθωσις παραδείσου γενήματα δ ἔτους