Ancient Greek
SB 14 11918
Documentary Papyri, SB 14 11918
Not analysed yet
……χρυσίον δέδωκάν μοι οἱ φίλοι ἡμῶν ἐν Βαβυλῶνι εἰς ἀγορασίαν ξυλοκαυσίμων, καὶ ἐπιστάμενος ὅτι καὶ ἡ περίβλεπτος ὑμῶν ἀδελφότης φίλος μου ἔστιν, ἐπέμψαμεν αὐτῇ τρία ὁλοκόττινα ἐξ αὐτοῦ τοῦ χρυσίου ἵνα τούτων ξυλοκαυσίμων ἀγοράσῃ καὶ πέμψῃ μοι μετὰ πάσης συντομίας καὶ ἐρχομένου τοῦ πλοίου ὃ λαμβάνει τὰ ναῦλα. μόνον μετὰ συντομίας παρασκευάσῃ πεμφθῆναί μοι αὐτά, ἀλλὰ γράψατέ μοι τὸ πόσα κεντηνάρια ἐπέμψατε, καὶ ἐὰν ηὕρητε ὀλίγα καρβώνια, πέμψῃ μοι διὰ τοῦ αὐτοῦ πλοίου λόγῳ τοῦ χειμῶνος. καὶ ἀσπάζομαι αὐτὴν διὰ τοῦ γράμματος Θὼθ κϛ τῷ τὰ πάντα περιβλέπτῳ τιμαξίῳ ἀδελφῷ Παπᾷ παγάρχῳ Ἀπόλλωνος Ἄνω …περὶ ξυλοκαυσίμων